Σήμερα, το επίσημο ιστορικό αφήγημα της Ελλάδας είναι ότι οι σημερινοί κάτοικοι της Ελλάδας είναι οι απευθείας απόγονοι των αρχαίων Ελλήνων, κατοίκων της γεωγραφικής έκτασης του σύγχρονου ελληνικού κράτους, τουλαχιστον, και οι αποκλειστικοί συνεχιστές του πολιτισμού τους!
Αν όμως ανατρέξουμε σε αρχαίες πηγές ιστορικής πληροφόρησης, και, συγκεκριμένα εδώ, στον Στράβωνα, θα δούμε ότι η γεωγραφική αυτή περιοχή κατοικούνταν από πολλές φυλές και έθνη που δεν είχαν καν την ίδια καταγωγή και προέρχονταν από διαφορετικές γεωγραφικές περιοχές, εκτός της Ελλάδας (εκτός αν κάποιοι θεωρούν π.χ. την Αίγυπτο ελληνική!). Δεν ήταν όλοι οι κάτοικοι γηγενείς αλλά ήταν και πολύ... ανακατεμένοι, μέχρι και δίγλωσσοι, σε κάποιες περιοχές!
Αλλά, σήμερα θεωρούν οι εθνικά Έλληνες ότι είναι ΟΜΟΓΕΝΕΙΣ!
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3D7%3Asection%3D1
* περὶ μὲν οὖν Πελασγῶν εἴρηται, τοὺς δὲ Λέλεγας τινὲς μὲν τοὺς αὐτοὺς Καρσὶν εἰκάζουσιν, οἱ δὲ συνοίκους μόνον καὶ συστρατιώτας: διόπερ ἐν τῇ Μιλησίᾳ, Λελέγων κατοικίας λέγεσθαί τινας, πολλαχοῦ δὲ τῆς Καρίας τάφους Λελέγων καὶ ἐρύματα ἔρημα Λελέγεια καλούμενα. ἥ τε Ἰωνία νῦν λεγομένη πᾶσα ὑπὸ Καρῶν ᾠκεῖτο καὶ Λελέγων: ἐκβαλόντες δὲ τούτους οἱ Ἴωνες αὐτοὶ τὴν χώραν κατέσχον, ἔτι δὲ πρότερον οἱ τὴν Τροίαν ἑλόντες ἐξήλασαν τοὺς Λέλεγας ἐκ τῶν περὶ τὴν Ἴδην τόπων τῶν κατὰ Πήδασον καὶ τὸν Σατνιόεντα ποταμόν. ὅτι μὲν οὖν βάρβαροι ἦσαν οὗτοι, καὶ αὐτὸ τὸ κοινωνῆσαι τοῖς Καρσὶ νομίζοιτ᾽ ἂν σημεῖον: ὅτι δὲ πλάνητες καὶ μετ᾽ ἐκείνων καὶ χωρὶς καὶ ἐκ παλαιοῦ, καὶ αἱ Ἀριστοτέλους πολιτεῖαι δηλοῦσιν. ἐν μὲν γὰρ τῇ Ἀκαρνάνων φησὶ τὸ μὲν ἔχειν αὐτῆς Κουρῆτας, τὸ δὲ προσεσπέριον Λέλεγας, εἶτα Τηλεβόας: ἐν δὲ τῇ Αἰτωλῶν τοὺς νῦν Λοκροὺς Λέλεγας καλεῖ, κατασχεῖν δὲ καὶ τὴν Βοιωτίαν αὐτούς φησιν: ὁμοίως δὲ καὶ ἐν τῇ Ὀπουντίων καὶ Μεγαρέων: ἐν δὲ τῇ Λευκαδίων καὶ αὐτόχθονά τινα Λέλεγα ὀνομάζει, τούτου δὲ θυγατριδοῦν Τηλεβόαν, τοῦ δὲ παῖδας δύο καὶ εἴκοσι Τηλεβόας, ὧν τινὰς οἰκῆσαι τὴν Λευκάδα. μάλιστα δ᾽ [p. 443] ἄν τις Ἡσιόδῳ πιστεύσειεν οὕτως περὶ αὐτῶν εἰπόντι“ ἤτοι γὰρ Λοκρὸς Λελέγων ἡγήσατο λαῶν,τούς ῥά ποτε Κρονίδης, Ζεὺς ἄφθιτα μήδεα εἰδώς, λεκτοὺς ἐκ γαίης λάους πόρε Δευκαλίωνι.
”1 τῇ γὰρ ἐτυμολογίᾳ τὸ συλλέκτους γεγονέναι τινὰς ἐκ παλαιοῦ καὶ μιγάδας αἰνίττεσθαί μοι δοκεῖ καὶ διὰ τοῦτο ἐκλελοιπέναι τὸ γένος: ἅπερ ἄν τις καὶ περὶ Καυκώνων λέγοι, νῦν οὐδαμοῦ ὄντων πρότερον δ᾽ ἐν πλείοσι τόποις κατῳκισμένων"
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3D7%3Asection%3D2
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3D7%3Asection%3D3
* ὅτι κατὰ Θεσπρωτοὺς καὶ Μολοττοὺς τὰς γραίας πελίας καὶ τοὺς γέροντας πελίους, καθάπερ καὶ παρὰ Μακεδόσι: πελιγόνας γοῦν καλοῦσιν ἐκεῖνοι τοὺς ἐν τιμαῖς, καθὰ παρὰ Λάκωσι καὶ Μασσαλιώταις τοὺς γέροντας: ὅθεν καὶ τὰς ἐν τῇ Δωδωναίᾳ δρυῒ μεμυθεῦσθαι πελείας φασίν.
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3Dfragments%3Asection%3D2
* ὅτι ὁ παρ᾽ Ὁμήρῳ “ Ἀστεροπαῖος υἱὸς Πηλεγόνος
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3Dfragments%3Asection%3D39
* ὅτι καὶ πάλαι καὶ νῦν οἱ Παίονες φαίνονται πολλὴν τῆς νῦν Μακεδονίας κατεσχηκότες, ὡς καὶ Πέρινθον πολιορκῆσαι, καὶ Κρηστωνίαν καὶ Μυγδονίδα πᾶσαν καὶ τὴν Ἀγριάνων μέχρι Παγγαίου ὑπ᾽ αὐτοῖς γενέσθαι. τῆς δ᾽ ἐν τῷ Στρυμονικῷ κόλπῳ παραλίας τῆς ἀπὸ Γαληψοῦ μέχρι Νέστου ὑπέρκεινται οἱ Φίλιπποι καὶ τὰ περὶ Φιλίππους. οἱ δὲ Φίλιπποι Κρηνίδες ἐκαλοῦντο πρότερον, κατοικία μικρά: ηὐξήθη δὲ μετὰ τὴν περὶ Βροῦτον καὶ Κάσσιον ἧτταν.
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3Dfragments%3Asection%3D41

* τὰ μὲν οὖν ἀφοριζόμενα ἔθνη τῷ τε Ἴστρῳ καὶ τοῖς Ἰλλυρικοῖς
ὄρεσι καὶ Θρᾳκίοις ταῦτ᾽ ἔστιν ὧν ἄξιον μνησθῆναι, κατέχοντα τὴν Ἀδριατικὴν
παραλίαν πᾶσαν ἀπὸ τοῦ μυχοῦ ἀρξάμενα, καὶ τὴν τὰ ἀριστερὰ τοῦ Πόντου λεγομένην
ἀπὸ Ἴστρου ποταμοῦ μέχρι Βυζαντίου. λοιπὰ δέ ἐστι τὰ νότια μέρη τῆς λεχθείσης ὀρεινῆς
καὶ ἑξῆς τὰ ὑποπίπτοντα χωρία, ἐν οἷς ἐστιν ἥ τε Ἑλλὰς καὶ ἡ προσεχὴς βάρβαρος
μέχρι τῶν ὀρῶν. Ἑκαταῖος μὲν οὖν ὁ Μιλήσιος περὶ τῆς Πελοποννήσου φησὶν διότι
πρὸ τῶν Ἑλλήνων ᾤκησαν αὐτὴν βάρβαροι. σχεδὸν δέ τι καὶ ἡ σύμπασα Ἑλλὰς
κατοικία βαρβάρων ὑπῆρξε τὸ παλαιόν, ἀπ᾽ αὐτῶν λογιζομένοις τῶν μνημονευομένων,
Πέλοπος μὲν ἐκ τῆς Φρυγίας ἐπαγαγομένου λαοὺς εἰς τὴν ἀπ᾽ αὐτοῦ κληθεῖσαν
Πελοπόννησον, Δαναοῦ δὲ ἐξ Αἰγύπτου, Δρυόπων τε καὶ Καυκώνων καὶ Πελασγῶν καὶ
Λελέγων καὶ ἄλλων τοιούτων κατανειμαμένων τὰ ἐντὸς Ἰσθμοῦ καὶ τὰ ἐκτὸς δέ: τὴν
μὲν γὰρ Ἀττικὴν οἱ μετὰ Εὐμόλπου Θρᾷκες ἔσχον, τῆς δὲ Φωκίδος τὴν Δαυλίδα
Τηρεύς, τὴν δὲ Καδμείαν οἱ μετὰ Κάδμου Φοίνικες, αὐτὴν δὲ τὴν Βοιωτίαν Ἄονες καὶ
Τέμμικες καὶ Ὕαντες:1 [p. 442] καὶ ἀπὸ τῶν ὀνομάτων δὲ ἐνίων τὸ βάρβαρον ἐμφαίνεται,
Κέκροψ καὶ Κόδρος καὶ Ἄικλος καὶ Κόθος καὶ Δρύμας καὶ Κρίνακος. οἱ δὲ Θρᾷκες καὶ
Ἰλλυριοὶ καὶ Ἠπειρῶται καὶ μέχρι νῦν ἐν πλευραῖς εἰσιν: ἔτι μέντοι μᾶλλον
πρότερον ἢ νῦν, ὅπου γε καὶ τῆς ἐν τῷ παρόντι Ἑλλάδος ἀναντιλέκτως οὔσης τὴν
πολλὴν οἱ βάρβαροι ἔχουσι, Μακεδονίαν μὲν Θρᾷκες καί τινα μέρη τῆς Θετταλίας, Ἀκαρνανίας
δὲ καὶ Αἰτωλίας τὰ ἄνω Θεσπρωτοὶ καὶ Κασσωπαῖοι καὶ Ἀμφίλοχοι καὶ Μολοττοὶ καὶ Ἀθαμᾶνες,
Ἠπειρωτικὰ ἔθνη.
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3D7%3Asection%3D1
* περὶ μὲν οὖν Πελασγῶν εἴρηται, τοὺς δὲ Λέλεγας τινὲς μὲν τοὺς αὐτοὺς Καρσὶν εἰκάζουσιν, οἱ δὲ συνοίκους μόνον καὶ συστρατιώτας: διόπερ ἐν τῇ Μιλησίᾳ, Λελέγων κατοικίας λέγεσθαί τινας, πολλαχοῦ δὲ τῆς Καρίας τάφους Λελέγων καὶ ἐρύματα ἔρημα Λελέγεια καλούμενα. ἥ τε Ἰωνία νῦν λεγομένη πᾶσα ὑπὸ Καρῶν ᾠκεῖτο καὶ Λελέγων: ἐκβαλόντες δὲ τούτους οἱ Ἴωνες αὐτοὶ τὴν χώραν κατέσχον, ἔτι δὲ πρότερον οἱ τὴν Τροίαν ἑλόντες ἐξήλασαν τοὺς Λέλεγας ἐκ τῶν περὶ τὴν Ἴδην τόπων τῶν κατὰ Πήδασον καὶ τὸν Σατνιόεντα ποταμόν. ὅτι μὲν οὖν βάρβαροι ἦσαν οὗτοι, καὶ αὐτὸ τὸ κοινωνῆσαι τοῖς Καρσὶ νομίζοιτ᾽ ἂν σημεῖον: ὅτι δὲ πλάνητες καὶ μετ᾽ ἐκείνων καὶ χωρὶς καὶ ἐκ παλαιοῦ, καὶ αἱ Ἀριστοτέλους πολιτεῖαι δηλοῦσιν. ἐν μὲν γὰρ τῇ Ἀκαρνάνων φησὶ τὸ μὲν ἔχειν αὐτῆς Κουρῆτας, τὸ δὲ προσεσπέριον Λέλεγας, εἶτα Τηλεβόας: ἐν δὲ τῇ Αἰτωλῶν τοὺς νῦν Λοκροὺς Λέλεγας καλεῖ, κατασχεῖν δὲ καὶ τὴν Βοιωτίαν αὐτούς φησιν: ὁμοίως δὲ καὶ ἐν τῇ Ὀπουντίων καὶ Μεγαρέων: ἐν δὲ τῇ Λευκαδίων καὶ αὐτόχθονά τινα Λέλεγα ὀνομάζει, τούτου δὲ θυγατριδοῦν Τηλεβόαν, τοῦ δὲ παῖδας δύο καὶ εἴκοσι Τηλεβόας, ὧν τινὰς οἰκῆσαι τὴν Λευκάδα. μάλιστα δ᾽ [p. 443] ἄν τις Ἡσιόδῳ πιστεύσειεν οὕτως περὶ αὐτῶν εἰπόντι“ ἤτοι γὰρ Λοκρὸς Λελέγων ἡγήσατο λαῶν,τούς ῥά ποτε Κρονίδης, Ζεὺς ἄφθιτα μήδεα εἰδώς, λεκτοὺς ἐκ γαίης λάους πόρε Δευκαλίωνι.
”1 τῇ γὰρ ἐτυμολογίᾳ τὸ συλλέκτους γεγονέναι τινὰς ἐκ παλαιοῦ καὶ μιγάδας αἰνίττεσθαί μοι δοκεῖ καὶ διὰ τοῦτο ἐκλελοιπέναι τὸ γένος: ἅπερ ἄν τις καὶ περὶ Καυκώνων λέγοι, νῦν οὐδαμοῦ ὄντων πρότερον δ᾽ ἐν πλείοσι τόποις κατῳκισμένων"
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3D7%3Asection%3D2
* πρότερον μὲν οὖν καίπερ μικρῶν καὶ πολλῶν καὶ ἀδόξων ὄντων
τῶν ἐθνῶν, ὅμως διὰ τὴν εὐανδρίαν καὶ τὸ βασιλεύεσθαι κατὰ σφᾶς οὐ πάνυ ἦν
χαλεπὸν διαλαβεῖν τοὺς ὅρους αὐτῶν, νυνὶ δ᾽ ἐρήμου τῆς πλείστης χώρας
γεγενημένης καὶ τῶν κατοικιῶν καὶ μάλιστα τῶν πόλεων ἠφανισμένων, οὐδ᾽ εἰ
δύναιτό τις ἀκριβοῦν ταῦτα, οὐδὲν ἂν ποιοίη χρήσιμον διὰ τὴν ἀδοξίαν καὶ τὸν ἀφανισμὸν
αὐτῶν, ὃς ἐκ πολλοῦ χρόνου λαβὼν τὴν ἀρχὴν οὐδὲ νῦν πω πέπαυται κατὰ πολλὰ μέρη
διὰ τὰς ἀποστάσεις, ἀλλ᾽ ἐνστρατοπεδεύουσιν αὐτοῖς Ῥωμαῖοι τοῖς οἴκοις,
κατασταθέντες ὑπ᾽ αὐτῶν δυνάσται. τῶν γοῦν Ἠπειρωτῶν ἑβδομήκοντα πόλεις
Πολύβιός φησιν ἀνατρέψαι Παῦλον μετὰ τὴν Μακεδόνων καὶ Περσέως κατάλυσιν (Μολοττῶν δ᾽ ὑπάρξαι τὰς
πλείστας), πέντε δὲ καὶ δέκα μυριάδας ἀνθρώπων ἐξανδραποδίσασθαι. ὅμως
δ᾽ οὖν ἐγχειρήσομεν,
ἐφ᾽ ὅσον τῇ γραφῇ τε προσήκει καὶ ἡμῖν ἐφικτόν, ἐπελθεῖν τὰ καθ᾽ ἕκαστα, ἀρξάμενοι
ἀπὸ τῆς κατὰ τὸν Ἰόνιον κόλπον παραλίας: αὕτη δ᾽ ἐστὶν εἰς ἣν ὁ ἔκπλους ὁ ἐκ τοῦ
Ἀδρίου τελευτᾷ.
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3D7%3Asection%3D3
* ὅτι κατὰ Θεσπρωτοὺς καὶ Μολοττοὺς τὰς γραίας πελίας καὶ τοὺς γέροντας πελίους, καθάπερ καὶ παρὰ Μακεδόσι: πελιγόνας γοῦν καλοῦσιν ἐκεῖνοι τοὺς ἐν τιμαῖς, καθὰ παρὰ Λάκωσι καὶ Μασσαλιώταις τοὺς γέροντας: ὅθεν καὶ τὰς ἐν τῇ Δωδωναίᾳ δρυῒ μεμυθεῦσθαι πελείας φασίν.
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3Dfragments%3Asection%3D2
* τοὔνομα τοῦτο ἀπ᾽ ἀρχαίου τινὸς τῶν ἡγεμόνων Μακεδόνος. ἦν δὲ
καὶ πόλις Ἠμαθία πρὸς θαλάσσῃ. κατεῖχον δὲ τὴν χώραν ταύτην Ἠπειρωτῶν τινες καὶ
Ἰλλυριῶν, τὸ δὲ πλεῖστον Βοττιαῖοι καὶ Θρᾷκες: οἱ μὲν ἐκ Κρήτης, ὥς φασι, τὸ
γένος ὄντες, [p. 456] ἡγεμόνα ἔχοντες Βόττωνα, Θρᾳκῶν δὲ Πίερες μὲν ἐνέμοντο τὴν
Πιερίαν καὶ τὰ περὶ τὸν Ὄλυμπον, Παίονες δὲ τὰ περὶ τὸν Ἀξιὸν ποταμὸν καὶ τὴν
καλουμένην διὰ τοῦτο Ἀμφαξῖτιν, Ἠδωνοὶ δὲ καὶ Βισάλται τὴν λοιπὴν μέχρι
Στρυμόνος: ὧν οἱ μὲν αὐτὸ τοῦτο προσηγορεύοντο Βισάλται, Ἠδωνῶν δ᾽ οἱ μὲν
Μυγδόνες οἱ δὲ Ἤδωνες οἱ δὲ Σίθωνες. τούτων δὲ πάντων οἱ Ἀργεάδαι καλούμενοι
κατέστησαν κύριοι καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ. ἐπῆλθον δὲ καὶ Χαλκιδεῖς οἱ ἐν Εὐβοίᾳ
ἐπὶ τὴν τῶν Σιθώνων καὶ συνῴκισαν πόλεις ἐν αὐτῇ περὶ τριάκοντα, ἐξ ὧν ὕστερον ἐκβαλλόμενοι
συνῆλθον εἰς μίαν οἱ πλείους αὐτῶν, εἰς τὴν Ὄλυνθον: ὠνομάζοντο δ᾽ οἱ ἐπὶ Θρᾴκης
Χαλκιδεῖς.
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3Dfragments%3Asection%3D11* ὅτι ὁ παρ᾽ Ὁμήρῳ “ Ἀστεροπαῖος υἱὸς Πηλεγόνος
”1 ἐκ Παιονίας ὢν τῆς ἐν Μακεδονίᾳ ἱστορεῖται: διὸ καὶ
Πηλεγόνος υἱός: οἱ γὰρ Παίονες Πελαγόνες ἐκαλοῦντο
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3Dfragments%3Asection%3D39
* ὅτι καὶ πάλαι καὶ νῦν οἱ Παίονες φαίνονται πολλὴν τῆς νῦν Μακεδονίας κατεσχηκότες, ὡς καὶ Πέρινθον πολιορκῆσαι, καὶ Κρηστωνίαν καὶ Μυγδονίδα πᾶσαν καὶ τὴν Ἀγριάνων μέχρι Παγγαίου ὑπ᾽ αὐτοῖς γενέσθαι. τῆς δ᾽ ἐν τῷ Στρυμονικῷ κόλπῳ παραλίας τῆς ἀπὸ Γαληψοῦ μέχρι Νέστου ὑπέρκεινται οἱ Φίλιπποι καὶ τὰ περὶ Φιλίππους. οἱ δὲ Φίλιπποι Κρηνίδες ἐκαλοῦντο πρότερον, κατοικία μικρά: ηὐξήθη δὲ μετὰ τὴν περὶ Βροῦτον καὶ Κάσσιον ἧτταν.
http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0197%3Abook%3D7%3Achapter%3Dfragments%3Asection%3D41
* Ἠπειρῶται δ᾽ εἰσὶ καὶ Ἀμφίλοχοι καὶ οἱ ὑπερκείμενοι καὶ
συνάπτοντες τοῖς Ἰλλυρικοῖς ὄρεσι, τραχεῖαν οἰκοῦντες χώραν, Μολοττοί τε καὶ Ἀθαμᾶνες
καὶ Αἴθικες καὶ Τυμφαῖοι καὶ Ὀρέσται Παρωραῖοί τε καὶ Ἀτιντᾶνες, οἱ μὲν
πλησιάζοντες τοῖς Μακεδόσι μᾶλλον οἱ δὲ τῷ Ἰονίῳ κόλπῳ. λέγεται δὲ τὴν Ὀρεστιάδα
[p. 449] κατασχεῖν ποτε Ὀρέστης φεύγων τὸν τῆς μητρὸς φόνον καὶ καταλιπεῖν ἐπώνυμον
ἑαυτοῦ τὴν χώραν, κτίσαι δὲ καὶ πόλιν, καλεῖσθαι δ᾽ αὐτὴν Ἄργος Ὀρεστικόν. ἀναμέμικται
δὲ τούτοις τὰ Ἰλλυρικὰ ἔθνη τὰ πρὸς τῷ νοτίῳ μέρει τῆς ὀρεινῆς καὶ τὰ ὑπὲρ τοῦ Ἰονίου
κόλπου: τῆς γὰρ Ἐπιδάμνου καὶ τῆς Ἀπολλωνίας μέχρι τῶν Κεραυνίων ὑπεροικοῦσι
Βυλλίονές τε καὶ Ταυλάντιοι καὶ Παρθῖνοι καὶ Βρῦγοι: πλησίον δέ που καὶ τὰ ἀργυρεῖα
τὰ ἐν Δαμαστίῳ, περὶ ἃ Δυέσται συνεστήσαντο τὴν δυναστείαν καὶ Ἐγχέλειοι, οὓς
καὶ Σεσαρηθίους καλοῦσι: πρὸς δὲ τούτοις Λυγκῆσταί τε καὶ ἡ Δευρίοπος καὶ ἡ
τρίπολις Πελαγονία καὶ Ἐορδοὶ καὶ Ἐλίμεια καὶ Ἐράτυρα. ταῦτα δὲ πρότερον μὲν
κατεδυναστεύετο ἕκαστα, ὧν ἐν τοῖς Ἐγχελείοις οἱ Κάδμου καὶ Ἁρμονίας ἀπόγονοι ἦρχον,
καὶ τὰ μυθευόμενα περὶ αὐτῶν ἐκεῖ δείκνυται. οὗτοι μὲν οὖν οὐχ ὑπὸ ἰθαγενῶν ἤρχοντο:
οἱ δὲ Λυγκῆσται ὑπ᾽ Ἀρραβαίῳ ἐγένοντο τοῦ Βακχιαδῶν γένους ὄντι: τούτου δ᾽ ἦν
θυγατριδῆ ἡ Φιλίππου μήτηρ τοῦ Ἀμύντου Εὐρυδίκη, Σίρρα δὲ θυγάτηρ: καὶ τῶν Ἠπειρωτῶν
δὲ Μολοττοὶ ὑπὸ Πύρρῳ τῷ Νεοπτολέμου τοῦ Ἀχιλλέως καὶ τοῖς ἀπογόνοις αὐτοῦ
Θετταλοῖς οὖσι γεγονότες: οἱ λοιποὶ δὲ ὑπὸ ἰθαγενῶν ἤρχοντο: εἶτ᾽ ἐπικρατούντων
ἀεί τινων κατέστρεψεν ἅπαντα εἰς τὴν Μακεδόνων ἀρχήν, πλὴν ὀλίγων τῶν ὑπὲρ τοῦ Ἰονίου
κόλπου. καὶ δὴ καὶ τὰ περὶ Λύγκον καὶ Πελαγονίαν καὶ Ὀρεστιάδα καὶ Ἐλίμειαν τὴν
ἄνω Μακεδονίαν ἐκάλουν, οἱ δ᾽ ὕστερον καὶ ἐλευθέραν: ἔνιοι δὲ καὶ σύμπασαν τὴν
μέχρι Κορκύρας Μακεδονίαν προσαγορεύουσιν, αἰτιολογοῦντες ἅμα ὅτι καὶ κουρᾷ καὶ
διαλέκτῳ καὶ χλαμύδι καὶ ἄλλοις τοιούτοις χρῶνται παραπλησίως: ἔνιοι δὲ καὶ
δίγλωττοί εἰσι. καταλυθείσης δὲ τῆς Μακεδόνων ἀρχῆς ὑπὸ [p. 450] Ῥωμαίους ἔπεσε.
διὰ δὲ τούτων ἐστὶ τῶν ἐθνῶν ἡ Ἐγνατία ὁδὸς ἐξ Ἐπιδάμνου καὶ Ἀπολλωνίας: περὶ δὲ
τὴν ἐπὶ Κανδαουίας ὁδὸν αἵ τε λίμναι εἰσὶν αἱ περὶ Λυχνιδὸν ταριχείας ἰχθύων αὐτάρκεις
ἔχουσαι, καὶ ποταμοὶ οἵ τε εἰς τὸν Ἰόνιον κόλπον ἐκπίπτοντες καὶ οἱ ἐπὶ τὰ
νότια μέρη, ὅ τ᾽ Ἴναχος καὶ ὁ Ἄρατθος καὶ ὁ Ἀχελῶος καὶ ὁ Εὔηνος ὁ Λυκόρμας
πρότερον καλούμενος, ὁ μὲν εἰς τὸν κόλπον τὸν Ἀμβρακικὸν ἐμβάλλων ὁ δὲ εἰς τὸν Ἀχελῶον,
αὐτὸς δὲ ὁ Ἀχελῶος εἰς τὴν θάλατταν καὶ ὁ Εὔηνος, ὁ μὲν τὴν Ἀκαρνανίαν διεξιὼν ὁ
δὲ τὴν Αἰτωλίαν: ὁ δὲ Ἐρίγων πολλὰ δεξάμενος ῥεύματα ἐκ τῶν Ἰλλυρικῶν ὀρῶν καὶ
Λυγκηστῶν καὶ Βρύγων καὶ Δευριόπων καὶ Πελαγόνων εἰς τὸν Ἀξιὸν ἐκδίδωσι.
3 σχόλια:
Προσπαθώντας να βρεις ανθελληνικά επιχειρήματα , ξεκοκαλιζεις την αρχαία ελληνική γραμματεία. Ίσως έτσι να σου έρθει το μυαλό και να αποκτήσεις ξανά την εθνικη ταυτότητα των προγόνων σου. Συνέχισε έτσι, είσαι σε καλό δρόμο.
Αφού μιλάς και γράφεις τόσο ωραία την Ελληνική γλώσσα, θα είχα να σου προτείνω να γράφεις κάθε φορά και τη μετάφραση στη νέα Ελληνική για κάθε εδάφιο που παραθέτεις, ώστε να γίνει συζήτηση επ' αυτών και να αναφέρει τις αντιρρήσεις του όποιος θέλει. Με το να μας πετάς απλώς στα μούτρα κάποια αμετάφραστα εδάφια των Γεωγραφικών του Στράβωνος, δεν νομίζω να καταλήγουμε ποτυθενά.
Εγώ, ας πούμε, ισχυρίζομαι ότι όλα τα εδάφια που παραθέτεις ενισχύουν το επιχείρημα της αποκλειστικής φυλετικής Ελληνικότητας του συμπαγούς Ελληνικού χώρου, ο οποίος βεβαίως και επεκτείνεται πέραν των σημερινών κρατικών μας συνόρων.
Εμπρός λοιπόν παλληκαρά μου ανθέλληνα. Πεδίον δόξης και δράσης σου λαμπρόν υπάρχει εμπρός σου. Άντε να σε δούμε...!!!
Unknown - όποιος δεν καταλαβαίνει την ελληνική, μπορεί να ανοίξει το κάθε λινκ που παραθέτω και πατώντας στη δεξιά πλευρά της σελίδας στο load (με μπλε γράμματα), θα βρει την μετάφραση στα αγγλικά. Στη συνέχεια, μπορεί να μεταφέρει το κείμενο με copy-paste στο google translate και να το μεταφράσει σε όποια γλώσσα θέλει.
Δημοσίευση σχολίου